Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.69 Dem. 43.72 (English) >>Dem. 43.74

43.71εἰ μὲν τοίνυν, ἄνδρες δικασταί, τὸν τετελευτηκότα μόνον ὕβριζον ταῦτα διαπραξάμενοι, δεινὰ μὲν <ἂν> ἐποίουν, ἧττον δέ· νῦν δὲ καὶ εἰς ὅλην τὴν πόλιν ταυτὶ ὑβρίκασι καὶ παρανενομήκασιν. γνώσεσθε δέ, ἐπειδὰν τοῦ νόμου ἀκούσητε. ἀναγίγνωσκε τὸν νόμον.Νόμος

ἐάν τις ἐλάαν Ἀθήνησιν ἐξορύττῃ, ἐὰν μὴ εἰς ἱερὸν Ἀθηναίων δημόσιον δημοτικόν, ἑαυτῷ χρῆσθαι μέχρι δυοῖν ἐλάαιν τοῦ ἐνιαυτοῦ ἑκάστου, ἐπὶ ἀποθανόντα δέῃ χρήσασθαι, ὀφείλειν ἑκατὸν δραχμὰς τῷ δημοσίῳ τῆς ἐλάας ἑκάστης, τὸ δὲ ἐπιδέκατον τούτου τῆς θεοῦ εἶναι. ὀφειλέτω δὲ καὶ τῷ ἰδιώτῃ τῷ ἐπεξιόντι ἑκατὸν δραχμὰς καθʼ ἑκάστην ἐλάαν. τὰς δὲ δίκας εἶναι περὶ τούτων πρὸς τοὺς ἄρχοντας, ὧν ἕκαστοι δικασταί εἰσι. πρυτανεῖα δὲ τιθέτω διώκων τοῦ αὑτοῦ μέρους. ὅτου δʼ ἂν καταγνωσθῇ, ἐγγραφόντων οἱ ἄρχοντες, πρὸς οὓς ἂν δίκη, τοῖς πράκτορσιν, τῷ δημοσίῳ γίγνεται· < δὲ τῇ θεῷ γίγνεται>, τοῖς ταμίαις τῶν τῆς θεοῦ. ἐὰν δὲ μὴ ἐγγράφωσιν, αὐτοὶ ὀφειλόντων.

43.72 μὲν νόμος οὗτος οὕτως ἰσχυρός. ἐκεῖνο δʼ ἐνθυμεῖσθε πρὸς ὑμᾶς αὐτούς, ἄνδρες δικασταί, τί ποτʼ οἴεσθʼ ἡμᾶς πάσχειν ἐν τῷ παρεληλυθότι χρόνῳ ὑπὸ τούτων καὶ ὑπὸ τῆς ὕβρεως τῆς τούτων, ὅπου ὑμῶν, πόλεως τηλικαυτησί, κατεφρόνησαν καὶ τῶν νόμων τῶν ὑμετέρων, καὶ διαρρήδην ἀπαγορεύουσιν οἱ νόμοι μὴ ποιεῖν, οὑτωσὶ καταφρονητικῶς ᾐκίσαντο τὰ χωρία κατέλιπεν Ἁγνίας. δὲ νόμος ἀπαγορεύει μηδʼ ἐκ τοῦ αὑτοῦ χωρίου τοῦ πατρῴου μηδὲν τούτων ποιεῖν. πολύ γε αὐτοῖς μέλει τοῖς νόμοις τοῖς ὑμετέροις πείθεσθαι, ὅπως μὴ ἐξερημωθήσεται οἶκος Ἁγνίου.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 43.69 Dem. 43.72 (English) >>Dem. 43.74

Powered by PhiloLogic